Bert 06/16/2025 (Mon) 04:17 No.18294 del
(99.78 KB 1024x683 bardet_vdb.jpg)
>‘Γλαῦκε τί ἢ δὴ νῶϊ τετιμήμεσθα μάλιστα
>ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσιν
>ἐν Λυκίῃ, πάντες δὲ θεοὺς ὣς εἰσορόωσι,
>καὶ τέμενος νεμόμεσθα μέγα Ξάνθοιο παρ᾽ ὄχθας
>καλὸν φυταλιῆς καὶ ἀρούρης πυροφόροιο;
>τὼ νῦν χρὴ Λυκίοισι μέτα πρώτοισιν ἐόντας
>ἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολῆσαι,
>ὄφρά τις ὧδ᾽ εἴπῃ Λυκίων πύκα θωρηκτάων:
>οὐ μὰν ἀκλεέες Λυκίην κάτα κοιρανέουσιν
>ἡμέτεροι βασιλῆες, ἔδουσί τε πίονα μῆλα
>οἶνόν τ᾽ ἔξαιτον μελιηδέα: ἀλλ᾽ ἄρα καὶ ἲς
>ἐσθλή, ἐπεὶ Λυκίοισι μέτα πρώτοισι μάχονται.
>ὦ πέπον εἰ μὲν γὰρ πόλεμον περὶ τόνδε φυγόντε
>αἰεὶ δὴ μέλλοιμεν ἀγήρω τ᾽ ἀθανάτω τε
>ἔσσεσθ᾽, οὔτέ κεν αὐτὸς ἐνὶ πρώτοισι μαχοίμην
>οὔτέ κε σὲ στέλλοιμι μάχην ἐς κυδιάνειραν:
>νῦν δ᾽ ἔμπης γὰρ κῆρες ἐφεστᾶσιν θανάτοιο

Message too long. Click here to view full text.